馬可福音的比喻 (32 verses)
撒種的比喻 (Mark 4:1–32)
Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν · καὶ συνάγεται πρὸς αὐτὸν ὄχλος πλεῖστος , ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι ἐν τῇ θαλάσσῃ , καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦσαν . Καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ · ¶
Ἀκούετε . ἰδοὺ ἐξῆλθεν ὁ σπείρων σπεῖραι . καὶ ἐγένετο ἐν τῷ σπείρειν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν , καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό . Καὶ ἄλλο ἔπεσεν ἐπὶ τὸ πετρῶδες ὅπου οὐκ εἶχεν γῆν πολλήν , καὶ εὐθὺς ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς · καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη . Καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας , καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό , καὶ καρπὸν οὐκ ἔδωκεν . Καὶ ἄλλα ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξανόμενα καὶ ἔφερεν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν . Καὶ ἔλεγεν · Ὃς ἔχει ὦτα ἀκούειν ἀκουέτω . Καὶ ὅτε ἐγένετο κατὰ μόνας , ἠρώτων αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὰς παραβολάς . Καὶ ἔλεγεν αὐτοῖς · Ὑμῖν τὸ μυστήριον δέδοται τῆς βασιλείας τοῦ Θεοῦ · ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται ,
¬ ἵνα Βλέποντες βλέπωσιν καὶ μὴ ἴδωσιν ,
¬ Καὶ ἀκούοντες ἀκούωσιν καὶ μὴ συνιῶσιν ,
¬ Μήποτε ἐπιστρέψωσιν Καὶ ἀφεθῇ αὐτοῖς . Καὶ λέγει αὐτοῖς · Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην , καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε ; Ὁ σπείρων τὸν λόγον σπείρει . οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν · ὅπου σπείρεται ὁ λόγος καὶ ὅταν ἀκούσωσιν , εὐθὺς ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον εἰς αὐτούς . Καὶ οὗτοί εἰσιν οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι , οἳ ὅταν ἀκούσωσιν τὸν λόγον εὐθὺς μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν , καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν , εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζονται . Καὶ ἄλλοι εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι · οὗτοί εἰσιν οἱ τὸν λόγον ἀκούσαντες , καὶ αἱ μέριμναι τοῦ αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον καὶ ἄκαρπος γίνεται . Καὶ ἐκεῖνοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες , οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν . ¶
Καὶ ἔλεγεν αὐτοῖς · Μήτι ἔρχεται ὁ λύχνος ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην ; οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν τεθῇ ; οὐ γάρ ἐστιν κρυπτὸν ἐὰν μὴ ἵνα φανερωθῇ , οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ᾽ ἵνα ἔλθῃ εἰς φανερόν . Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω . Καὶ ἔλεγεν αὐτοῖς · Βλέπετε τί ἀκούετε . ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν καὶ προστεθήσεται ὑμῖν . ὃς γὰρ ἔχει , δοθήσεται αὐτῷ · καὶ ὃς οὐκ ἔχει , καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ . ¶
Καὶ ἔλεγεν · Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ ὡς ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν , καὶ ὁ σπόρος βλαστᾷ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός . αὐτομάτη ἡ γῆ καρποφορεῖ , πρῶτον χόρτον εἶτα στάχυν εἶτα πλήρης σῖτον ἐν τῷ στάχυϊ . ὅταν δὲ παραδοῖ ὁ καρπός , εὐθὺς ἀποστέλλει τὸ δρέπανον , ὅτι παρέστηκεν ὁ θερισμός . ¶
Καὶ ἔλεγεν · Πῶς ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ Θεοῦ ἢ ἐν τίνι αὐτὴν παραβολῇ θῶμεν ; ὡς κόκκῳ σινάπεως , ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς , μικρότερον ὂν πάντων τῶν σπερμάτων τῶν ἐπὶ τῆς γῆς , καὶ ὅταν σπαρῇ , ἀναβαίνει καὶ γίνεται μεῖζον πάντων τῶν λαχάνων καὶ ποιεῖ κλάδους μεγάλους , ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν . ¶