2Co
- 3:7
- Εἰ
- δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ ,
- ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην ,2Co
- 3:8 πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ ;2Co
- 3:9
- εἰ
- γὰρ τῇ διακονία τῆς κατακρίσεως δόξα , πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης δόξῃ .2Co
- 3:10
- καὶ
- γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης .2Co
- 3:11
- εἰ
- γὰρ τὸ καταργούμενον διὰ δόξης , πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ . 2Co
- 3:12 Ἔχοντες
- οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα2Co
- 3:13
- καὶ οὐ
- καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον αὐτοῦ πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου .2Co
- 3:14
- Ἀλλὰ ἐπωρώθη τὰ νοήματα αὐτῶν . ἄχρι
- γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει , μὴ ἀνακαλυπτόμενον
- ὅτι ἐν Χριστῷ καταργεῖται ·2Co
- 3:15
- ἀλλ᾽ ἕως σήμερον
- ἡνίκα ἂν ἀναγινώσκηται Μωϋσῆς , κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται ·2Co
- 3:16
- ἡνίκα
- δὲ ἐὰν ἐπιστρέψῃ πρὸς Κύριον , περιαιρεῖται τὸ κάλυμμα .2Co
- 3:17 Ὁ
- δὲ Κύριος τὸ Πνεῦμά ἐστιν · οὗ
- δὲ τὸ Πνεῦμα Κυρίου , ἐλευθερία .2Co
- 3:18 ἡμεῖς
- δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν
- καθάπερ ἀπὸ Κυρίου Πνεύματος .