約翰福音的比喻 (26 verses)
真葡萄樹的比喻 (John 15:1-8)
Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστιν . πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν αἴρει αὐτό , καὶ πᾶν τὸ καρπὸν φέρον καθαίρει αὐτὸ ἵνα καρπὸν πλείονα φέρῃ . ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν · μείνατε ἐν ἐμοί , κἀγὼ ἐν ὑμῖν . καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ᾽ ἑαυτοῦ ἐὰν μὴ μένῃ ἐν τῇ ἀμπέλῳ , οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ μένητε . Ἐγώ εἰμι ἡ ἄμπελος , ὑμεῖς τὰ κλήματα . ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ οὗτος φέρει καρπὸν πολύν , ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν . ἐὰν μή τις μένῃ ἐν ἐμοί , ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσιν καὶ καίεται . ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ , ὃ ἐὰν θέλητε αἰτήσασθε , καὶ γενήσεται ὑμῖν . ἐν τούτῳ ἐδοξάσθη ὁ Πατήρ μου , ἵνα καρπὸν πολὺν φέρητε καὶ γένησθε ἐμοὶ μαθηταί . ¶
好牧人的比喻 (John 10:1-18)
Ἀμὴν ἀμὴν λέγω ὑμῖν , ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής · ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων . τούτῳ ὁ θυρωρὸς ἀνοίγει καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει καὶ τὰ ἴδια πρόβατα φωνεῖ κατ᾽ ὄνομα καὶ ἐξάγει αὐτά . Ὅταν τὰ ἴδια πάντα ἐκβάλῃ , ἔμπροσθεν αὐτῶν πορεύεται καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ , ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ · ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν , ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ , ὅτι οὐκ οἴδασιν τῶν ἀλλοτρίων τὴν φωνήν . Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς , ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς . ¶
Εἶπεν οὖν πάλιν ὁ Ἰησοῦς · Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων . πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται εἰσὶν καὶ λῃσταί , ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα . ἐγώ εἰμι ἡ θύρα · δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει . ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ · ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν . ¶
Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός . ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων · ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν , οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια , θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει — καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει — ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων . ¶
Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκουσί με τὰ ἐμά , καθὼς γινώσκει με ὁ Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα , καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων . καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης · κἀκεῖνα δεῖ με ἀγαγεῖν καὶ τῆς φωνῆς μου ἀκούσουσιν , καὶ γενήσονται μία ποίμνη , εἷς ποιμήν . ¶
Διὰ τοῦτό με ὁ Πατὴρ ἀγαπᾷ ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου , ἵνα πάλιν λάβω αὐτήν . οὐδεὶς αἴρει αὐτὴν ἀπ᾽ ἐμοῦ , ἀλλ᾽ ἐγὼ τίθημι αὐτὴν ἀπ᾽ ἐμαυτοῦ . ἐξουσίαν ἔχω θεῖναι αὐτήν , καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν · ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ Πατρός μου . ¶