- Νῦν χαίρω (ἐν τοῖς παθήμασιν μου)A1 (ὑπὲρ ὑμῶν)A2
- καὶ ἀνταναπληρῶ (τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ)C (ἐν τῇ σαρκί μου) (ὑπὲρ τοῦ σώματος°¹ αὐτοῦ,)A
- ὅ°¹ ἐστιν ἡ ἐκκλησία·°²
- (ἧς°²)C- ἐγενόμην ἐγὼ -C(διάκονος) (κατὰ τὴν οἰκονομίαν°³ τοῦ θεοῦ)A
- τὴν°³ δοθεῖσάν°³ μοι
- εἰς ὑμᾶς
- πληρῶσαι τὸν λόγον°⁴ τοῦ θεοῦ,
- τὸ μυστήριον°⁴ τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν,
- νῦν δὲ ἐφανερώθη τοῖς ἁγίοις°⁵ αὐτοῦ·
- οἷς°⁵ ἠθέλησεν ὁ θεὸς γνωρίσαι,
- τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅ ἐστιν Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης· ὃν ἡμεῖς καταγγέλλομεν νουθετοῦντες πάντα ἄνθρωπον καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ, εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει.¶