複習 #7 — 太 13:1–23 (23 節)
圖析
Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν· καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί‚ ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι‚ καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει.¶ Καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς λέγων· Ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν. καὶ ἐν τῷ σπείρειν αὐτὸν ἃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν‚ καὶ ἐλθόντα τὰ πετεινὰ κατέφαγεν αὐτά. Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη ὅπου οὐκ εἶχεν γῆν πολλήν‚ καὶ εὐθέως ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς· ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη.
Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας‚ καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ἔπνιξαν αὐτά. Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπόν‚ ὃ μὲν ἑκατὸν‚ ὃ δὲ ἑξήκοντα‚ ὃ δὲ τριάκοντα. Ὁ ἔχων ὦτα ἀκουέτω.¶ Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπαν αὐτῷ· Διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ὅτι Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν‚ ἐκείνοις δὲ οὐ δέδοται. ὅστις γὰρ ἔχει‚ δοθήσεται αὐτῷ καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει‚ καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ. διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ‚ Ὅτι βλέποντες οὐ βλέπουσιν Καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνίουσιν‚
Καὶ ἀναπληροῦται αὐτοῖς ἡ προφητεία Ἠσαΐου ἡ λέγουσα· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε‚ Καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου‚ Καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν Καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν‚ Μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς Καὶ τοῖς ὠσὶν ἀκούσωσιν Καὶ τῇ καρδίᾳ συνῶσιν Καὶ ἐπιστρέψωσιν Καὶ ἰάσομαι αὐτούς.¶ Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν. ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδαν‚ καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν.¶ Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείραντος.
Παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ‚ οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς. Ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς‚ οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν‚ οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ πρόσκαιρός ἐστιν‚ γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται. Ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς‚ οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων‚ καὶ ἡ μέριμνα τοῦ αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον καὶ ἄκαρπος γίνεται.
Ὁ δὲ ἐπὶ τὴν καλὴν γῆν σπαρείς‚ οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιείς‚ ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ ὃ μὲν ἑκατὸν‚ ὃ δὲ ἑξήκοντα‚ ὃ δὲ τριάκοντα.¶