ΙΩΑΝΝΟΥ Β
約翰二書 Interlinear (中文)
Interlinear 經文 (包括大小寫、標點符號、分行標記 ¬
、段落標記 ¶
、和合本額外插入的字 ⸂
⸃
) 出自 OGNTa Project (@GitHub; @GitLab;經文分段和標題則是根據 UBS5
Salutation
約二 1:1–3
Ὁ πρεσβύτερος Ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς , οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ , καὶ οὐκ ἐγὼ μόνος ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν , διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν καὶ μεθ᾽ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα . Ἔσται μεθ᾽ ἡμῶν χάρις ἔλεος εἰρήνη παρὰ Θεοῦ Πατρός καὶ παρὰ Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ τοῦ Πατρός ἐν ἀληθείᾳ καὶ ἀγάπῃ . ¶
Truth and Love
約二 1:4–11
Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ , καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ Πατρός . καὶ νῦν ἐρωτῶ σε , κυρία , οὐχ ὡς ἐντολὴν γράφων σοι καινὴν ἀλλὰ ἣν εἴχομεν ἀπ᾽ ἀρχῆς , ἵνα ἀγαπῶμεν ἀλλήλους . καὶ αὕτη ἐστὶν ἡ ἀγάπη , ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ · αὕτη ἡ ἐντολή ἐστιν , καθὼς ἠκούσατε ἀπ᾽ ἀρχῆς , ἵνα ἐν αὐτῇ περιπατῆτε . ¶
Ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον , οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί · οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος . βλέπετε ἑαυτούς , ἵνα μὴ ἀπολέσητε ἃ εἰργασάμεθα ἀλλὰ μισθὸν πλήρη ἀπολάβητε . ¶
πᾶς ὁ προάγων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ Θεὸν οὐκ ἔχει · ὁ μένων ἐν τῇ διδαχῇ , οὗτος καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν ἔχει . Εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει , μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν καὶ χαίρειν αὐτῷ μὴ λέγετε · ὁ λέγων γὰρ αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς . ¶
Final Greetings
約二 1:12
Πολλὰ ἔχων ὑμῖν γράφειν οὐκ ἐβουλήθην διὰ χάρτου καὶ μέλανος , ἀλλὰ ἐλπίζω γενέσθαι πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι , ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη . ¶
約翰二書希臘文筆記 ↵