- Εὐλογητὸς ὁ Θεὸς
- καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι᾽ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν ,
- εἰς κληρονομίαν ἄφθαρτον
- καὶ ἀμίαντον
- καὶ ἀμάραντον τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς
- τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ
- ἐν ᾧ ἀγαλλιᾶσθε ὀλίγον ἄρτι , εἰ δέον ἐστὶν , λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς ,
- ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου , διὰ πυρὸς δὲ δοκιμαζομένου εὑρεθῇ εἰς ἔπαινον
- καὶ δόξαν
- καὶ τιμὴν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ
- ὃν οὐκ ἰδόντες ἀγαπᾶτε , εἰς ὃν ἄρτι μὴ ὁρῶντες , πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ
- καὶ δεδοξασμένῃ
- κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν σωτηρίαν ψυχῶν .