mirror of
https://git.door43.org/Andley/BG4e
synced 2025-01-23 11:18:19 +00:00
3.4 KiB
3.4 KiB
- Εὐχαριστῶ τῷ Θεῷ μου
- ἐπὶ πάσῃ τῇμνείᾳ ὑμῶν
- πάντοτε
- ἐν πάσῃ δεήσει°¹ μου
- (ὑπὲρ πάντων ὑμῶν)°¹ ,
- μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος ,
- ἐπὶ τῇ κοινωνίᾳ°² ὑμῶν εἰς τὸ εὐαγγέλιον
- (ἀπὸ τῆς πρώτης ἡμέρας)°²
- (ἄχρι τοῦ νῦν)°² ,
- πεποιθὼς αὐτὸ τοῦτο ,
- ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρι ἡμέρας Χριστοῦ Ἰησοῦ · Καθώς ἐστιν δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς , ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου συνκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας . μάρτυς γάρ μου ὁ Θεός ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Χριστοῦ Ἰησοῦ . Καὶ τοῦτο προσεύχομαι , ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα , ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ , πεπληρωμένοι καρπὸν δικαιοσύνης τὸν διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον Θεοῦ . ¶
τῷ αἰτοῦντί σε δός , καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανίσασθαι μὴ ἀποστραφῇς . ¶