Πρὸς Φιλἠμονα 1
Salutation
PHM 1:2 καὶ Ἀπφίᾳ τῇ ἀδελφῇ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ’οἶκόν σου ἐκκλησίᾳ·
-
1:1 (Παῦλος)S1 (δέσμιος Χριστοῦ Ἰησοῦ)=S1 καὶ (Τιμόθεος)S2 (ὁ ἀδελφὸς)=S2
- (Φιλήμονι)C1 (τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν)=C1
- 1:2 καὶ (Ἀπφίᾳ)C2 (τῇ ἀδελφῇ)=C2
- καὶ (Ἀρχίππῳ)C3 (τῷ συστρατιώτῃ ἡμῶν)=C3
- καὶ (τῇ κατ ’ οἶκόν σου ἐκκλησίᾳ)C4
-
· 1:3 (χάρις)C1 (ὑμῖν)C καὶ (εἰρήνη)S2 (ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ)A .
Philemon’s Love and Faith
1:4 Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου , 1:5 ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις πρὸς τὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους , 1:6 ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστόν · 1:7 χαρὰν γὰρ πολλὴν ἔσχον καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου , ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ , ἀδελφέ .
Paul Pleads for Onesimus
1:8 Διό , πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον , 1:9 διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ , τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης νυνὶ δὲ καὶ δέσμιος Χριστοῦ Ἰησοῦ 1:10 παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου , ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς Ὀνήσιμον , 1:11 τόν ποτέ σοι ἄχρηστον νυνὶ δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον , 1:12 ὃν ἀνέπεμψά σοι αὐτόν , τοῦτ ’ ἔστιν τὰ ἐμὰ σπλάγχνα · 1:13 ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν , ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου , 1:14 χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι , ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον · 1:15 τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς , 1:16 οὐκέτι ὡς δοῦλον ἀλλὰ ὑπὲρ δοῦλον , ἀδελφὸν ἀγαπητόν , μάλιστα ἐμοί , πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ .
1:17 Εἰ οὖν με ἔχεις κοινωνόν , προσλαβοῦ αὐτὸν ὡς ἐμέ . 1:18 εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει , τοῦτο ἐμοὶ ἐλλόγα · 1:19 ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί , ἐγὼ ἀποτίσω · ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις . 1:20 ναί , ἀδελφέ , ἐγώ σου ὀναίμην ἐν κυρίῳ · ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Χριστῷ .
1:21 πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι , εἰδὼς ὅτι καὶ ὑπὲρ ἃ λέγω ποιήσεις . 1:22 ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν , ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν .
Final Greetings
1:23 Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ , 1:24 Μᾶρκος , Ἀρίσταρχος , Δημᾶς , Λουκᾶς , οἱ συνεργοί μου . 1:25 Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν .