# 複習 #3 — 約一 1:5-2:5 (10 節)
## 圖析
### 約壹 1:5-10
- Καὶ ἔστιν αὕτη ἡ ἀγγελία ἣν ἀκηκόαμεν ἀπ᾽ αὐτοῦ καὶ ἀναγγέλλομεν ὑμῖν‚ ὅτι ὁ Θεὸς φῶς ἐστιν καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία.
- Ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ᾽ αὐτοῦ καὶ ἐν τῷ σκότει περιπατῶμεν‚ ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν·
- ἐὰν ἐν τῷ φωτὶ περιπατῶμεν‚ ὡς αὐτός ἐστιν ἐν τῷ φωτί‚ κοινωνίαν ἔχομεν μετ᾽ ἀλλήλων‚ καὶ τὸ αἷμα Ἰησοῦ τοῦ Υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας.
- Ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν‚ ἑαυτοὺς πλανῶμεν καὶ ἡ ἀλήθεια οὐκ ἔστιν ἐν ἡμῖν.
- ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν‚ πιστός ἐστιν καὶ δίκαιος‚ ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας.
- ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν‚ ψεύστην ποιοῦμεν αὐτὸν‚ καὶ ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν.¶
### 約壹 2:1-5
- Τεκνία μου‚ ταῦτα γράφω ὑμῖν ἵνα μὴ ἁμάρτητε. καὶ ἐάν τις ἁμάρτῃ‚ Παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα Ἰησοῦν Χριστὸν δίκαιον·
- καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν‚ οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου.¶
- Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν‚ ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν.
- ὁ λέγων ὅτι Ἔγνωκα αὐτόν καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν ψεύστης ἐστίν‚ καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν·
- ὃς δ᾽ ἂν τηρῇ αὐτοῦ τὸν λόγον‚ ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ Θεοῦ τετελείωται· Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν.
## 解經講道大綱
### 大綱 #1
---
[BBG ↵ ](BBG.md)
[全民希臘文進階筆記 ↵ ](../%E5%85%A8%E6%B0%91%E5%B8%8C%E8%87%98%E6%96%87%E9%80%B2%E9%9A%8E.md)