#### 圖析 (1Jo 2:7–11)
- Ἀγαπητοί, οὐκ ἐντολὴνcN-ASF καινὴν **γράφω** ὑμῖν ἀλλ᾽ ἐντολὴν παλαιὰν ἣν **εἴχετε** ἀπ᾽ ἀρχῆς· ἡ ἐντολὴ ἡ παλαιά **ἐστιν** ὁ λόγος ὃν **ἠκούσατε** ἀπ᾽ ἀρχῆς.
- πάλιν ἐντολὴν καινὴν **γράφω** ὑμῖν ὅ **ἐστιν** ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν, ὅτι ἡ σκοτία **παράγεται** καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει.
- ὁ *λέγων* ἐν τῷ φωτὶ εἶναι καὶ τὸν ἀδελφὸν αὐτοῦ *μισῶν* ἐν τῇ σκοτίᾳ **ἐστὶν** ἕως ἄρτι.
- ὁ *ἀγαπῶν* τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ φωτὶ **μένει** καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν.
- ὁ δὲ *μισῶν* τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ **ἐστὶν** καὶ ἐν τῇ σκοτίᾳ **περιπατεῖ** καὶ οὐκ **οἶδεν** ποῦ **ὑπάγει,** ὅτι ἡ σκοτία **ἐτύφλωσεν** τοὺς ὀφθαλμοὺς αὐτοῦ.¶
#### 筆記 (1Jo 2:7–11)
---
#### 圖析 (1Jo 2:12–14)
- **Γράφω** ὑμῖν, τεκνία, ὅτι **ἀφέωνται** ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ.
- **γράφω** ὑμῖν, πατέρες, ὅτι **ἐγνώκατε** τὸν ἀπ᾽ ἀρχῆς. **γράφω** ὑμῖν, νεανίσκοι, ὅτι **νενικήκατε** τὸν πονηρόν.¶
- Ἔγραψα ὑμῖν, παιδία, ὅτι **ἐγνώκατε** τὸν πατέρα. ἔγραψα ὑμῖν, πατέρες, ὅτι **ἐγνώκατε** τὸν ἀπ᾽ ἀρχῆς. ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί **ἐστε** καὶ ὁ λόγος τοῦ θεοῦ ἐν ὑμῖν **μένει** καὶ **νενικήκατε** τὸν πονηρόν.¶
#### 筆記 (1Jo 2:12–14)
---
#### 圖析 (1Jo 2:15–17)
- Μὴ **ἀγαπᾶτε** τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ. ἐάν τις **ἀγαπᾷ** τὸν κόσμον, οὐκ **ἔστιν** ἡ ἀγάπη τοῦ πατρὸς ἐν αὐτῷ·
- ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου, οὐκ **ἔστιν** ἐκ τοῦ πατρὸς ἀλλ᾽ ἐκ τοῦ κόσμου ἐστίν.
- καὶ ὁ κόσμος **παράγεται** καὶ ἡ ἐπιθυμία αὐτοῦ· ὁ δὲ *ποιῶν* τὸ θέλημα τοῦ θεοῦ **μένει** εἰς τὸν αἰῶνα.¶
#### 筆記 (1Jo 2:15–17)
---
[約翰一書希臘文筆記 ↵](1John-Notes.md)